Ancient Greek
SB 28 16851
Documentary Papyri, SB 28 16851
Not analysed yet
Πτολεμαίωι τῶν φίλων καὶ ἐπιμελητῇ παρὰ Δημητρίου τοῦ ἀντιγραφομένου τὴν ἁλικὴν τοῦ Λυκοπολίτου. ἐπεὶ ἐμβέβληκα ἔντευξιν εἰς τὸ προκείμενον ἀγγεῖον τῶν ἐν Λύκων πόλει δικαστῶν κατά τινων τῶν ἐν Ἀράβων κώμηι κατοικούντων ἐργατῶν ὧν καὶ τὰ ὀνόματα ὑπόκειται ……ατεν…πο τοῦ κατ’ Ἀράβων κώμην …τῆι δὲ κδ τοῦ Ἁθὺρ τοῦ κη ἔτους παραγενόμενος μετὰ τοῦ ἀπὸ τοῦ κριτηρίου ὑπηρέτου παραγγείλαντοςαὐτὸν εὕρομεν Τοθοῆν Πεῶτος τρίβοντα ἐν τῆι αὑτοῦ οἰκίαι ἅλα ὀρυκτὸν καὶ ἐν τῶι ῥίωι ἐν ὧι ἦι ὡσεὶ …ἁλός. παρα- λαβόντες Πτολεμαῖον φυλακίτην καὶ Παν…ον τὸν παρὰ τοῦ οἰκονόμου καὶ Μέλανα τὸν παρὰ Πετεαρποχράτου τοῦ τοπογραμματέως καὶ Πτολεμαῖον τὸν παρὰ Μνησάρχου τοῦ ἐπιστάτου, παρεδώκαμεν τόν τε ἄνθρωπον καὶ τὸν ἅλα καὶ τὴν οἰκίαν ἐπεσφραγισάμεθα διὰ τῶν προγεγραμμένων. ἐπεὶ νῦν ὁ Τοθοῆς κατασταθεὶς ἐπὶ Μνήσαρχον τὸν ἐπιστάτην παρόντος καὶ Πετεαρποχράτου τοῦ τοπογραμματέως καὶ τῶν …κ…ε…ησγεν…