Ancient Greek
SB 28 16854
Documentary Papyri, SB 28 16854
Not analysed yet
…λα …γεγραμ…ἀπεσ…ζεσ…. αι …Φαμενὼθ ιθ …ται …ηι …παρα …ἀπεσ…ζεσ… …Φαμενὼθ κα …ς θωσιν ἀντιγράψαι πρὸς ἡμᾶς. …ἔτους κβ Ὑπερβερεταίου ἐμβολίμου ιδ, Φαμενὼθ κ. Ἀμύντας Θεοδότωι καὶ Πρωτάρχαι χαίρειν. μετὰ τὸ σφραγισθῆναι τὴν παρὰ Δωσιθέου γραφεῖσαν πρὸς …ὑμᾶς ἐπιστολὴν περὶ τῶν ἀποστελλομένων εἰς τὰ ἄνω ἔργα σωμάτων προστάξαντος τοῦ βασιλέως …ὑπολέλειπται ἐν τῆι φυλακῆι Λεωνίδης Διοδώρου Ἀσκληπιεύς. γέγραφα οὖν ὑμῖν ὅπως εἰδότες μὴ ἀπαιτῆτε τὸ σῶμα παρὰ Κυπροθέμιδος τοῦ ἐπίπλου. ἔτους κβ Ὑπερβερεταίου ἐμβολίμου ι Φαμενὼθ κε.