Ancient Greek
SB 28 16858
Documentary Papyri, SB 28 16858
Not analysed yet
χμγ ϙθ ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος τὸ γ Ἁθὺρ κη πρώτης ἰνδικτίονος. Αὐρήλιοι Πκύλιος Βανου μητρὸς Λόπει καὶ Παῦλος Πόλλωνος μητρὸς Μαρίας καὶ ὁ δεῖνα …πολλ μητρὸς Ταπατρῖν καὶ Σερῆνος Ἰωάννου μητρὸς Πίας οἱ τέσσαρες ἀπὸ κώμης Ταρρούθεως τοῦ Ἑρμουπολίτου νομοῦ Αὐρηλίῳ …στολε… ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλλήλων ἀνάδοχοι ὀφείλειν σοι καὶ χρεωστεῖν ὑπὲρ ἀννωνῶν καὶ κανονικῶν πρώτης ἰνδικτίωνος διὰ …ίου ἐλαίου ῥαφανίνου ξεστῶν ἑξήκοντα καὶ πεντεκαιδεκάτης ἰνδικτίωνος διὰ Πκυλίου Βάνου ξεστῶν …καὶ …ὑπὲρ τῆς αὐτῆς πεντεκαιδεκάτης ἰνδικτίωνος διὰ …ξεστ ἥμισυ, γίνονται ὁμοῦ ἐλαίου ξεστία πγ ἥμισυ, ἅπερ …ποις παρασχεῖν σοι τῷ Ἐπεὶφ μηνὶ τῆς εὐτυχοῦς εἰσιούσης δευτέρας ἰνδικτίωνος ἐν ἐλαίῳ καλῷ καὶ εὐαρέστῳ …χωρὶς πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης ……καὶ Σερῆνος Ἰωάννου οἱ προκείμενοι ἔσχαμεν ἐξ ἀλληλεγγύης τὰ τοῦ ἐλαίου ῥαφανίνου ξεστία πγ ἥμισυ, ἃ καὶ ἀποδώσομεν τῇ προθεσμίᾳ ὡς πρόκειται. Αὐρήλιοι …ρασις, Φοιβάμμων Πηνας διάκονος καὶ Τιτουῆς Παύλου διάκονος μαρτυροῦμεν …ἀκούσαντες παρὰ τῶν θεμένων. Αὐρήλιος Βίκτωρ Ἀνουφίου ἔγραψα ὑπὲρ αὐτῶν καὶ ὑπὲρ τῶν μαρτύρων γράμματα μὴ εἰδότων. διʼ ἐμοῦ Βίκτορος Ἀνουφίου ἐγράφη.