Ancient Greek
SB 28 16869
Documentary Papyri, SB 28 16869
Not analysed yet
ἔτους …Φαρμοῦθι κϛ πυροῦ ἀρτάβαι ἑκατόν, γίνονται ρ. ἔτους …Φαρμοῦθι κς. ὁμολογεῖ ὁ δεῖνα ναύκληρος τῆς τοῦ δεῖνος προσαγωγίδος ἀγωγῆς Βϡ ἐμβεβλῆσθαι ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου ὥστʼ εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους παρὰ Πετεαρψενήσιος τοῦ σιτολογοῦντος τὸ περὶ Τεπτῦνιν ἐργαστήριον πυροῦ φορικοῦ ἀρτάβας ἑκατόν, γίνονται πυροῦ ἀρτάβαι ρ μέτρῳ δοχικῷ τῷ συμβεβλημένῳ πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίᾳ καὶ οὐθέν σοι ἐγκαλῶ. …