Ancient Greek
SB 28 16872
Documentary Papyri, SB 28 16872
Not analysed yet
ἔσχαμεν καὶ ἐπληρώθημεν ἡμεῖς Ἰωάννης υἱὸς Μηνᾶ καὶ Πεκύσιος υἱὸς Φοιβάμμωνος καὶ Φοιβάμμων υἱὸς Ἄπα Ὃλ εἰρηνάρχαι ἀπὸ ἐποικίου Ἀμμοῦ παρὰ σοῦ Φοιβάμμωνος γραμματέως υἱοῦ Φιλοξένου τὴν ὑποδοχὴν τοῦ μερισμοῦ ἣν ὑποδεχόμεθα ἐκ τοῦ αὐτοῦ ἐποικίου καρπῶν τῆς παρελθούσης πρώτης ἰνδικτίωνος εἰς πλῆρες, καὶ τοῦ λοιποῦ οὐδένα λόγον ἔχειν ἡμᾶς πρὸς σὲ περὶ τούτου. ἐγράφη μηνὶ Φαρμοῦθι ιη δευτέρας ἰνδικτίωνος. δι’ ἐμοῦ Ἰωάννου νομικοῦ. ἀσφάλεια γενομένη παρὰ τῶν ἀπὸ ἐποικίου Ἀμμοῦ .