Ancient Greek
SB 28 16909
Documentary Papyri, SB 28 16909
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίων Μοναξίου καὶ Πλίντα τῶν λαμπροτάτων Μεσορὴ ιζ. Αὐρηλίᾳ Μαρίᾳ θυγατρὶ Ἡρακλείδου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ἀνούτιος Διδύμου ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας Θὼθ τοῦ εὐτυχῶς εἰσιόντος ἔτους ϙζ ξϛ τῆς τετάρτης ἰνδικτίονος ἀπὸ τῆς διαφερούσης σοι οἰκίας οὔσης ἐπὶ τῆς αὐτῆς πόλεως ἐπ’ ἀμφόδου Παμμέννους Παραδείσου ὁλόκληρον ἐξέδραν καὶ ἐν τῷ καταγείῳ καμάραν μίαν σὺν χρηστηρίοις πᾶσι. καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυσίως ἀργυρίου μυριάδας …ἅσπερ ἐπάναγκες ἀποδώσω κατ’ ἔτος δι’ ἑξαμήνου τὸ ἥμισυ. καὶ ὁπόταν βουληθῇς, παραδώσω τὴν αὐτὴν ἐξέδραν μετὰ καὶ τῆς ἐν τῷ καταγείῳ καμάρας ὡς καὶ παρείληφα. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνοῦτις Διδύμου ὁ προκείμενος μεμίσθωμαι τὴν ἐξέδραν καὶ ἐν τῷ καταγείῳ καμάραν μίαν καὶ ἀποδώσω τὸ ἐνοίκιον ὡς πρόκειται. Αὐρήλιος Ἀμμώνιος Μαύρου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. di emu ……ἀπηλιωτικὰ τῆς πόλεως.