Ancient Greek
SB 28 16922
Documentary Papyri, SB 28 16922
Not analysed yet
τῷ ἀγαπητῷ καὶ εὐλαβεστάτῳ ἀδελφῷ ἄπα Ὥρῳ Ἰωάννης διάκων ἐν κυρίῳ. ἓν μικρόν βῆλον ἐκκλησίας καταξίωσον ποιῆσαι ἀγαπητῷ φίλῳ. οὕτως τὰ μέτρα αὐτοῦ τὸ μῆκος πήχεις πέντε πλάτος πήχεις τέσσαρες ἥμισυ· βάψον δὲ εἰς τὸ βῆλον σημεῖον Χριστοῦ …ἐπάνω τ…. προσαγορεύω πάντας τοὺς ἀδελφοὺς κατʼ ὄνομα ἀπὸ μικρῶν ἕως μεγάλων· τὰ μέγιστά μοι δὲ χαριζόμενος ἵνα μετὰ πολλῆς σπουδῆς ‵τοῦτο′ ποιήσῃς καὶ ἀπόστειλον, ἐπειδήπερ χρεία αὐτοῦ ἐστιν· καταξίωσον δὲ μνησθῆναι ἡμῖν ἐκ τῶν ἁγίων ὑμῶν εὐχῶν. †ἐρρῶσθαι …ὑμᾶς ἐν κυρίῳ εὔχομαι …ἀγαπητοί ……τῆς τιμῆς αὐτοῦ. τῷ ἀγαπητῷ καὶ εὐλαβεστάτῳ ἀδελφῷ ἄπα Ὥρῳ Ἰωάννης διάκων ἐν κυρίῳ.