Ancient Greek
SB 28 16941
Documentary Papyri, SB 28 16941
Not analysed yet
Οὐιβίῳ Ἀλεξάνδρῳ ἐπάρχῳ παρὰ Ῥούφου Ἀριστοτέλους ἀντικουράτορος μετάλλου Κλαυδιανοῦ. φανερόν σοι ποιῶ, κύριε, δεδηλωκός σοι τὸ βήξιλλον περὶ ἐπιχρείας τοῦ μετάλλου καὶ σίτου πραιτερίτου μηνὸς Φαμενὼθ καὶ ὑγρῶν οὐκ ὀλίγων· ἔγραψά σοι, κύριε, ἵνα μηδέν σε λανθάνῃ. ἔτους κθ μηνὸς Φαμενὼθ ε. …Τερτύλλῳ ἐπιτρόπῳ παρὰ Ῥούφου Ἀριστοτέλους ἀντικουράτορος ἀποκατασταθέντος ὑπὸ Ἰουλίου Σιλβανοῦ κουράτορος· φανερόν σοι ποιῶ, κύριε, καταβαίνων ὁ Σιλβανὸς 3-4 δέδωκέ μοι κριθῆς …σίτου ἀρτάβας γ μάτια ε …σκέπαρνον, κάδους δύο, …ειονα ἄκμονα, ὄνον ἕνα, κ …παλαιὰ ε, ἀσκοὺς παλαιοὺς η· ἔτι δέ σοι φανερὸν ποιῶ, ἵνα εἰδῇς καὶ φροντίσῃς, ὅτι οὐκ ἔχομεν φαμιλιαρίους εἰ μὴ δύο ἀπὸ δεκαδύο καὶ οἱ λάκκοι κενοί εἰσιν διὰ τὸ μὴ ἔχειν ὑπηρεσίαν καὶ ἀπὸ ὄνων πέντε ἔτι ἕνα ἔχομεν οὔτε ἀσκοὺς ἔχω εἰ μὴ ὀκτὼ παλαιοὺς οὓς κατέλειψέ μοι. ἔτους κθ μηνὸς Φαμενὼθ ε.