Ancient Greek
SB 28 16986
Documentary Papyri, SB 28 16986
Not analysed yet
ταπ… ψιλὸν τόπον περιτετειχισμένον σὺν χρηστηρίοις καί δικαίοις πᾶσι γείτονες νότου καὶ τὰ ἑξῆς τιμῆς τῆς μεταξὺ ἡμῶν συμπεφωνημένης καὶ συναρεσάσης καὶ συνδοξάσης ὑπὲρ τῶν αὐτῶν καὶ πεπραμένων παρʼ ἐμοῦ ψιλοῦ τόπου χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ δόκιμα εὔσταθμα ἀριθμῷ δύο γίνεται χρυσοῦ νομισμάτια β ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ πλήρης διὰ χειρός. Περὶ ἧς ἀριθμήσεως τῆς ὁλοκλήρου τιμῆς ἐπερωτηθεὶς ὡμολόγησα πρὸς τό ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν τέκνοις καὶ ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις καὶ ἐξουσίαν σε ἔχειν χρᾶσθαι κτᾶσθαι διοικεῖν οἰκονομεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῇ παντὶ τρόπῳ ἀνεμποδίστως.