Ancient Greek
SB 22 15850
Documentary Papyri, SB 28 17056
Not analysed yet
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ …διέγραψεν εἰς τὸν Λουκίου τοῦ καὶ Σερήνου καὶ μετόχων ἐγκυκλιακῶν Ἀρσινοίτου λόγον διὰ Τρύφωνος καὶ Ἥρωνος κοινωνῶν Ταπεκῦσις Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου τοῦ Ὥρου τέλος ἀνανεώσεως ἐνάτου εἰκοσιεβδόμου μέρους τόπων οἰκοπέδων ἐν κώμῃ Βακχιάδι ὑποχρέου Ταύριος τῆς Νίνιτος πρὸς ἀργυρίου δραχμὰς διακοσίας …θ ἔτους Φαῶφι ιβ. Τρύφων σεσημείωμαι τέλος ἀνανεώσεως ἐνάτου εἰκοσιεβδόμου μέρους. Ἥρων σεσημείωμαι πρὸς δραχμὰς διακοσίας ….