Ancient Greek
SB 28 17081
Documentary Papyri, SB 28 17081
Not analysed yet
……ρεξο… …δανισα… …ων και… …ποι ὁμολ… …πλα κ…ι… …ρα…προγεγρα… ἀδελφὰς …δαλλους… Σαταβοῦς Ἑρίεως νεωτέρου τοῦ Σαταβοῦτος μητρὸς Θεναπύγχεως καὶ αἱ αὐτοῦ ἀδελφαὶ Στοτοῆτις καὶ Ταῆσις καὶ Τεσενοῦφις μετὰ κυρίου τοῦ προγεγραμμένου Σαταβοῦτος οἱ τέσσαρες ὁμολογοῦμεν πεπρακέναι Πανεφρόμμι Πανεφρόμμιος τοῦ Πανεφρόμμιος ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον ἡμῖν ἔνατον πατρικὸν μέρος οἰκίας διστέγου καὶ αὐλῆς ἐκ τοῦ ἀπὸ νότου μέρους κοινὸν καὶ ἀδιαίρετον καὶ τῶν συγκυρόντων πάντων ἐν τῇ Σοκνοπαίου Νήσῳ, ὧν γείτονες νότου …,βορρᾶ ῥύμη βασιλική, λιβὸς Τσεναπύγχεως …,ἀπηλιώτου πρότερον Πανεφρόμμιος καὶ τῶν ἀδελφῶν νυνί δὲ τῶν τέκνων οἰκία, καὶ ἀπέχομεν παραχρῆμα τὰ τῆς τιμῆς ἀργυρίου δραχμὰς ἑξήκοντα ὀκτὼ καὶ βεβαιώσομεν πάσῇ βεβαιώσει καθὼς πρόκειται. Σαταβοῦς ἔγραψα καὶ ὑπὲρ τῶν ἀδελφῶνδιὰ τὸ μὴ εἰδέναι αὐτὰς γράμματα. Πανεφρόμμις Πανεφρόμμιος τοῦ Πανεφρόμμιος ἠγόρακα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ …τοῦ …διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Μεχεὶρ γ. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσῳ γραφείου. …μέρο οἰκίας καὶ αὐλῆς Σαταβοῦς …καὶ ἀδελφαὶ προ Πανεφρομμ