Ancient Greek
SB 28 17110
Documentary Papyri, SB 28 17110
Not analysed yet
Ποσειδώνιος Καλπουρνίῳ τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν παντὸς εὔχομαι σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γινώσκειν σε θέλω, ἄδελφε, ὅτι διὰ τὸ μηδὲν ἔχειν με εἰς δαπάνην, οὐχ ἧκα παρὰ σέ ἐλεύσομαι. ἐπ’ εὐκαίρῳ· ἐπιθυμῶ γάρ σε ἰδεῖν. μὴ ὄκνει μοι γράφειν ὑπὲρ τῆς σωτηρίας σου. ἀσπάζομαι τοὺς φιλοῦντας σε πάντας . ἐρρῶσθαι.