Ancient Greek
SB 28 17112
Documentary Papyri, SB 28 17112
Not analysed yet
Σοσιανὸς Ἀσπιδοῦτι χαίρειν. ἀπέσταλκαςμοι ἐπιστολὴν ὡς μὴ ὦ `ὑπὲρ σοῦ´ ἐν ὀργῇ ἐξερχομένης ἀπὸ Μαξιμιανοῦ. εἴρηκά σοι· μή μοι γράψῃς ἐπιστόλιον. μνημονεύω σου τὰ καλὰ ῥήματα ἐξελθούσης σου ἀπὸ Μαξιμιανοῦ. δέκα ἡμέρας ἐδυνήθην δέξαι· οὐκ εἶδές με οὐδὲ ἐγώ σε καὶ τὸ καλόν σου ἦθος. εὐχαριστῶ Φρόντωνι τῷ τιμιωτάτῳ ἀδελφῷ πολλά καὶ μνημονεύω σε καὶ τὰς χάριτάς σου ὑπερφυεῖς.