Ancient Greek
SB 28 17115
Documentary Papyri, SB 28 17115
Not analysed yet
Ἁρεώτης Ἀπολλωνίδει τῷ ἀδελφῷ πολλὰ χαίρειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σεράπιδι. ἀσπάζομαι Ἀπολλωνιδῆτιν τὸν Λυσιτανὸν πολλὰ καὶ καθά- παξ σε ἀσπάζομαι ὅσας ἐὰν γράψω ἐπιστολάς, ἀσπάζομαι Σερῆνον Καπίτωνα καὶ Νεπωτιανὸν πολλά. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.