Ancient Greek
SB 28 17146
Documentary Papyri, SB 28 17146
Not analysed yet
Φλαυίᾳ …νῃ τῇ λαμπροτάτῃ Φλάυιος Φοιβάμμων σὺν Θεῷ πριμικήριος τῆς σχολῆς τῶν αἰδεσίμων σιγγουλαρίων τῆς ἡγεμονικῆς τάξεως. ἐδεξάμην καὶ ἐπληρώθην παρὰ σοῦ τὰ ἐξ ἔθους διδόμενα τῷ κατὰ καιρὸν πριμικηρίῳ ὑπὲρ θείων βώτων πεντεκαιδεκάτης ἰνδικτίωνος νομίσματα δύο εὔσταθμα, γίνεται χρυσοῦ νομίσματα β εὔσταθμα· καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν ἀπόδειξιν μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται. Φλάυιος Φοιβάμμων σὺν Θεῷ πριμικήριος στοιχεῖ μοι ἡ ἀπόδειξις τῶν νομισμάτων δύο εὐστάθμων ἀπὸ τῶν θείων βώτων ιε ἰνδικτίωνος ὡς πρόκειται. ἀπόδειξις θείων βώτων …