Ancient Greek
SB 28 17154
Documentary Papyri, SB 28 17154
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου καὶ αὐτοκράτορος ἔτους πέμπτου Ἐπεὶφ νεομηνίᾳ ἀρχῇ ἕκτης ἰνδικτίωνος ἐν Ἀρσινόῃ. τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως καλουμένῃ τοῦ ἁγίου Γεωργίου ἐπὶ Παρεμβολῆς διὰ σοῦ τοῦ ταύτης οἰκονόμου Ἰωάννου τοῦ θαυμασιωτάτου ζυγοστάτου Αὐρήλιος Ἀνοῦπ υἱὸς τοῦ μακαρίου Παμοῦν ἀπὸ τῆς αὐτῆς πόλεως ἀπὸ ἀμφόδου Παρεμβολῆς ἑξῆς ὑπογράφων ἰδίᾳ χειρί· ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ τὸ διαφέρον τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἐπὶ τῆσδε τῆς πόλεως καὶ τοῦ προγεγραμμένου ἀμφόδου Παρεμβολῆς μονοικίδιον ἐξ ὁλοκλήρου ἀνεῳγμένον εἰς νότον ὅσων δʼ ἄν ἐστιν μενημάτων σὺν τῆς ἐν αὐτῷ ἐπαύλεως καὶ τοῦ τόπου τοῦ ἔσωθεν τῆς αὐτῆς ἐπαύλεως τοῦ καὶ ὄντος ἐπάνω τῶν κελλίων τῶν διαφερόντων Μηνᾷ καὶ Φοιβάμμωνι σὺν ἀέρος αὐτοῦ ἕως παντὸς ὕψους καὶ παντὸς αὐτοῦ τοῦ δικαίου ἐπὶ πάντα τὸν χρόνον τῆς οἰκονομίας σου τοῦ αὐτοῦ θαυμασιωτάτου Ἰωάννου ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Ἐπεὶφ ἀρχῇ τῆς παρούσης ἕκτης ἰνδικτίωνος· καὶ ἔδοξεν ὥστε με παρασχεῖν σοι ὑπὲρ παντὸς ἐνοικίου αὐτῶν ἐνιαυσίως χρυσίου νομισμάτιον ἓν τέταρτον τοῦ νομίσματος παρὰ κεράτια ἑπτὰ ἥμισυ τέταρτον, γίν χρυσίου νομισμάτιον α δ παρὰ κεράτια ζ 𐅵δ, καὶ μὴ ἐξεῖναί μοι ὑπαναχωρῆσαι ἐξ αὐτῶν ἐν τῷ χρόνῳ τῆς οἰκονομίας σου τοῦ θαυμασιωτάτου Ἰωάννου, ἀλλὰ μόνον τὸ εἰρημένον ἓν τέταρτον νόμισμα ζητηθῆναι πρὸς ἐμὲ ἐτησίως παρὰ τῆς αὐτῆς ἁγίας ἐκκλησίας ὡς εἴρηται ἐν ὅλῳ τῷ χρόνῳ τῆς σῆς οἰκονομίας, περὶ δὲ τῆς φιλοκαλίας εἰς τὰ αὐτὰ μενήματα ὥστε με τὸν εἰρημένον Ἀνοῦπ ἐξ ἰδίων μου ἀναλωμάτων τὴν ὅλην φιλοκαλίαν εἰς αὐτὰ ποιῆσαι διὰ τὸ μὴ ζητηθῆναι πρὸς ἐμὲ προσθήκην ἐνοικίου, ἀλλά με ἀποπληρῶσαί σοι μόνον τὸ ἓν τέταρτον νόμισμα ὑπὲρ παντὸς ἐνοικίου αὐτῶν ἐν μηνὶ Παῦνι ἐτησίως. εἰ δὲ πληρουμένου ἑκάστου ἐνιαυτοῦ μὴ ἀποπληρώσω τὸ εἰρημένον ἐνοίκιον, ἐξουσίαν ἔχειν τὴν αὐτὴν ἁγίαν ἐκκλησίαν ἀποβάλεσθαί με ἐκ τῶν αὐτῶν μενημάτων καὶ μηδεμίαν μετουσίαν ἔχειν κἀμὲ περὶ οἱουδήποτε ἀναλώματος γεναμένου εἰς τὰ αὐτὰ μενήματα. ἐὰν δὲ …κω ἢ σὲ τὸν εἰρημένον θαυμασιώτατον Ἰωάννην ἀνθρώπινον ὑπομεῖναί τι συμβῇ …τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἔτι περιόντος καὶ ζητήσῃ ὁ μετὰ σὲ ἀναλημψόμενος τὴν οἰκονομίαν προσθήκην ἐνοικίου πρὸς ἐμὲ ἢ καὶ ἀποβάληταί με ἐκ τῆς μισθώσεως τῶν αὐτῶν μενημάτων, ἐμὲ ἐξουσίαν ἔχειν ζητῆσαι τὰ φαινόμενα καὶ ἀναλωθέντα παρʼ ἐμοῦ καὶ μέλλοντα δαπανηθῆναι εἰς φιλοκαλίαν ἀναλώματα. ἡ μίσθωσις κυρία ἐξ ὑπαρχόντων μου πάντων καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀνοῦπ υἱὸς τοῦ μακαρίου Παμοῦν ὁ προκείμενος μεμίσθωμαι τὸ εἰρημένον μονοικίδιον …σπ… καὶ παράσχω ἐνιαυσίως …στοιχεῖ μοι πάντα ὡς πρόκειται. μίσθωσις μενημάτων ἐ…