Ancient Greek
SB 10 10304
Documentary Papyri, SB 28 17164
Not analysed yet
ἐπὶ ὑπάτων… Τίτου Στατιλίου Σεουήρου πρὸ η εἰδῶν Ἰουλίων Πανέμου ὀγδόῃ καὶ δεκάτῃ… ἐν Ἱεροσολύμᾳ …αυουαια… Ὀρεινῆς προς …λεγεῶνος δεκάτης Φρετηνσίας ἑκατονταρχίας …νιου Σατορνείνου… χαίρειν. ὁμολογῶ ἔχειν καὶ ὀφείλειν ἐν δάνει σοι ἀργυρίου Τυρίου δηνάρια πεντήκοντα οἵ εἰσιν στατῆρες δεκαδύοκαὶ δηνάρια δύο, ἃ καὶ ἀπέσχον καὶ ἠρίθμημαι· ὃ ἀργύριον ἀποδώσω τῇ πρὸ μιᾶς καλανδῶν Σεπτεμβρίων πρώτων ταῖς ἔγγιστα κατὰ μηδὲν ἀντιλέγων. ἐὰν δὲ μὴ ἀποδῶ τῇ ὡρισμένῃ προθεσμίᾳ, τελέσω σοι τὸν ἐκ διατάγματος τόκον μέχρι οὗ ἂν ἀποδῶ ἢ εἰσπραχθῶ τὸ πᾶν δάνειον ἐκ πλήρους, τῆς πράξεώς σοι οὔσης καὶ ἄλλῳ παντὶ τῶν διά σοῦ ἢ ὑπέρ σοῦ κυρίως προφερόντων τόδε τὸ χειρόγραφον ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καὶ ὧν ἂν ἐπικτήσωμαι πράσσοντι κυρίως τροπῳ ὧν ἂν αἱρῆται ὁ πράσσων. …ρου λόγου ……μ… κατα Φεγφε… δηνάρια ν