Ancient Greek
SB 28 17192
Documentary Papyri, SB 28 17192
Not analysed yet
…καταγι… καὶ ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστόν ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μήτε ἐπίξενον μήτε Ῥωμαῖον μήτε Ἀλεξανδρέα μήτε Αἰγύπτιον μήτε ἄλλον μηδένα οἰκεῖν παρὲξ τῶν προγεγραμμένων ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι λ. Ἀριστίων Ἀπολλωνίου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. Δίδυμος Διδύμου συνεπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον ὡς πρόκειται. Δῖος Ἀμόιτος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. κατεχωρίσθη λαογράφοις Νότου Δρόμου χρόνος ὁ αὐτός κατεχωρίσθη λαογράφοις Ἱππέων Παρεμβολῆς χρόνος ὁ αὐτός. γ