Ancient Greek
SB 28 17196
Documentary Papyri, SB 28 17196
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ια καὶ Οὐαλεντινιανοῦ τὸ α τῶν αἰωνίων Αὐγούστων Φαῶφι θ Φλαουίοις Λιμενίῳ καὶ Θεοδώρῳ λαμπροτάτοις γεουχοῦσι ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν παρὰ Αὐρηλίου Γερμανοῦ Γαιανοῦ ἀπὸ κώμης …τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς ἔτος ργ οβ σπορᾶς τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίονος ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν πεδίοις τῆς αὐτῆς κώμης ἐδάφους Αρα…λη‵… μου′ ἀρούρας δύο ἥμισυ, ἀρούρας β ἥμισυ ,φόρου κατ’ ἔτος τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ἐνιαυσίως σίτου ἀρτάβας ὀκτὼ καὶ κριθῶν ἀρτάβας δεκατέσσαρας μέτρου παραλημπτικοῦ, γίνονται σίτου η κριθῆς ιδ, σῖτον νέον καθαρὸν ἄδολον ἄβωλον ἄκριθον κεκοσκινευμένον. ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου καὶ πάσης φθορᾶς. κυρία ἡ μίσθωσις ἁπλῆ γραφεῖσα καθαρά, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Γερμανὸς Γαιανοῦ ὁ προκείμενος μεμίσθωμαι τὴν προκειμένην γῆν πρὸς τὸ ἐνεστὸς ἔτος καὶ ἐπιδέχομαι καθὼς πρόκειται.