Ancient Greek
SB 28 17201
Documentary Papyri, SB 28 17201
Not analysed yet
……καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου καὶ παντὸς δικαίου, ἀπὸ οἰκίας διακειμένης ἐπὶ τῆς αὐτῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς ἐν ῥύμῃ, …νευούσης εἰς λίβα, πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν, ἐνοικίου τούτου κατʼ ἔτος κερατίων δύο πρὸς τὴν συναλλαγὴν τῆς πόλεως, γίνεται κεράτια β, ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν κατʼ ἔτος ἀνυπερθέτως καὶ α ιστε παραδίδωμί σοι τοῦτον σὺν θύραις καὶ ἀνοικτοῖς ὡς παρείληφα …ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βίκτωρ υἱὸς Ἀπολλῶτος ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Πέτρος …ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Φοιβάμμων… Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. …μίσθωσις γενομένη παρὰ Βίκτωρος Ἀπολλῶτος κογχιστοῦ ἀπὸ κώμης Ἰσιδώρου ὑπὲρ ἐνοικίου κερατίων δύο.