Ancient Greek
SB 28 17215
Documentary Papyri, SB 28 17215
Not analysed yet
……αὔριον μέλλω πέμπειν οὓς ἔχω παρʼ ἐμαυτῷ· ὡς γὰρ οἶδας οὐ δεῖ αὐτοὺς σκύλλεσθαι σπουδαίους ὄντας, ἀλλʼ οὐδὲ δυνάμεθα παραιτήσασθαι τὸν σκυλμὸν αὐτῶν ἀνάγκης οὔσης πρός τε τὰ πράγματα καὶ τὰς ἀποδημίας. πέμψον ἐμοὶ καὶ ‵τὸ′ ἄμμινον πάλλιον καὶ τὸν ἐπενδύτην, χρείαν γὰρ αὐτῶν εἰς τὰς ἀποδημίας ἔχω. ἐρρῶσθαί σε εὔχομαι καὶ εὐτυχεῖν.