Ancient Greek
SB 28 17262
Documentary Papyri, SB 28 17262
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Διογένης Ἡρακλείδου μητρὸς Σαραπιάδος ἀπʼ Ὀξυρύγχων πόλεως εἰσδοθεὶς ὑπὸ Αὐρηλίου Ἱέρακος φυλάρχου τοῦ ἐνεστῶτος δ ἔτους εἰς δίμοιρον μέρος ὄνου ἑνὸς δημοσίας ὀνηλασίας καὶ Δημήτριος ὁ καὶ Διόδωρος καὶ ὡς χρηματίζει, ὁ μὲν Διογένης συνηλλαχέναι τῷ Δημητρίῳ τῷ καὶ Διοδώρῳ τὸ δίμοιρον μέρος τοῦ αὐτοῦ ὄνου ἑνὸς τῆς αὐτῆς ὀνηλασίας ὥστε τὸν Διόδωρον αὐτὴν ποιεῖσθαι εἰς τὸν τεταγμένον αὐτῆς ἐνιαύσιον χρόνον ἀπὸ τοῦ νῦν ἕως πέμπτης ἐπαγομένων τοῦ αὐτοῦ ἐνεστῶτος δ ἔτους προσεδρεύοντα ἡμερησίως τῷ τοῦ νομοῦ στρατηγῷ καὶ οἷς ἄλλοις δέον ἐστίν, καὶ παρέχοντα πρὸς τὸ δίμοιρον μέρος τῆς ὀνηλασίας κτήνη σ… …τοῖς τὰ σίγιλλα κομίζουσι απ ……καὶ οἷς ἄλλοις προσήκει, λαμβάνοντα παρὰ τοῦ Διογένους ὑπέρ τε τιμῆς κτήνους ……αστου καὶ τροφῶν καὶ μισθοῦ …καὶ ἀναλωμάτων καὶ ……χρόνου ἀργυρίου δραχμὰς χιλίας… κοσίας ἃς ἀπολήμψεται παρʼ αὐτοῦ Διογένους ὃς ἀποδώσει τῷ μὲν ἑξῆς μηνὶ Φαῶφι δραχμὰς τετρακοσίας …Φαμενὼθ δραχμὰς …σίας, Παχὼν δραχμὰς διακοσίας, Ἐπεὶφ τὰς λοιπὰς δραχμὰς …ἀνυπερθέτως, χωρὶς ὧν καὶ λήμψεται …παρὰ τοῦ αὐτοῦ Διογένους ὑπὲρ ἐκτάκτων …δ…κ…ου χοιν… σοι…