Ancient Greek
SB 3 6823
Documentary Papyri, SB 3 6823
Not analysed yet
Καπίτων Τήρῃ τῷ φιλτάτῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων ἐχάρην μεγάλως λαβών σου ἐπιστολήν, ὅτι ὑγιαίνεις καὶ ὅτι τὴν σύνβιόν σου καὶ τὸ τέκνον εὗρες ἰσχύοντας. τὰ δὲ περὶ τοῦ συνποσίου ἀμέλει· οὐ γὰρ ἄλλως οὐδὲν ποιήσω, πάντα ἐπηνγειλάμην, εἰ μή τι μᾶλλόν τι περισσόν. μεγάλως γάρ μοι μέλει καὶ κήδομαί σου τῆς φιλίας, καί, ὑπὲρ ὧν ἐνετείλου μοι διὰ τῆς προτέρας ἐπιστολῆς, εὑρήσεις γεγονότα. ἐλπίζω δέ, ὅτι παραγενόμενος εὑρήσεις πλείονα γεγονότα. Πρίμῳ δὲ καὶ Τυχαρίῳ εὐχαριστῶ μεγάλως· ταῖς γὰρ σαῖς ἐντολαῖς στοιχοῦσι καὶ ἐπιμέλονται ἡμῶν. καὶ οἱ κονιαταὶ ποικίλως πάντα πεποιήκασι καὶ ποιοῦσι. περὶ δὲ τοῦ ξυστοῦ, ὅτι σοι φαίνεται, γράψον μοι, ἐπεὶ καινίσῃ αὐτόν, τί ἐκεῖ θέλεις γενέσθαι ἢ Ἰλιακὰ ἢ ὃ ἂν ἄλλο θέλῃς· ὁ γὰρ τόπος ἀπαιτεῖ. ἔρρωσο. ἀσπάζεταί σε Σερτῶρις καὶ οἱ σὺν αὐτῷ. ἀσπάζου τοὺς σοὺς πάντας. ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ αὐτοκράτορος, Παχὼν κ….