Ancient Greek
SB 3 6952
Documentary Papyri, SB 3 6952
Not analysed yet
Σερουιλλίῳ Πούδεντι ἑκοντάρχῳ παρὰ Ὡρίωνος Μύστου· νυκτὸς παρελθούσης ἐφόδου γενομένης τῆς αὐλῆς μου χοιρίδια δύο ἐβάσταξαν. ἐμοῦ περιοδεύοντος σὺν τῷ δημοσίῳ τὴν ἀναζήτησιν ποιῶν, ἐγενάμην παρὰ Μεν…τιν… υἱὸν Ἀμμωνοῦτος …εχειν …ων…α. καὶ οὐκ ἐάσατό με εἰσελθεῖν σὺν τῷ δημοσίῳ· ὅθεν ἀξιῶ ἀχθῆναι αὐτὸν ἐπὶ σὲ λόγον δώσοντα τῶν τολμηθέντων ὑπʼ αὐτοῦ, ἵνα δυνηθῶ τὰ ἴδια ἀπολαβεῖν καὶ ἐκδικίας τυχεῖν. διευτύχει. ἔτους γ Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Σεβαστοῦ, Φαρμοῦθι.