Ancient Greek
SB 3 6995
Documentary Papyri, SB 3 6995
Not analysed yet
ἔτους ὀγδόου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Παχὼν νουμηνίᾳ διὰ Διοδώρου τοῦ Τρύφωνος τοῦ ἀσχολουμένου τὸ γραφεῖον κώμης Τήνεως καὶ Κερκὴ τοῦ Μεμφείτου οἰκογένειαν· Βαιβία Ῥουφίλλα, ἐτῶν τριάκοντα πέντε ,ἄσημος, μετὰ κυρίου τοῦ τῆς μητρὸς αὐτῆς ἀδελφοῦ Πουπλίου Λουκρητίου Διογένους, ἐτῶν τεσσαράκοντα πέντε ,οὐλὴ ἀντικνημίῳ δεξιῷ, ἀπεγράψατο εἰς τὴν οἰκογένειαν ἀκολούθως τῷ τε ψηφίσματι καὶ προστάγματι, ὃν ἔφη ἐσχηκέναι ἐκ τῆς ὑπαρχούσης αὐτῇ δούλης Τύχης δοῦλον, ᾧ ὄνομα Φοινεικᾶς, ὄντα ἐτῶν τριῶν ,οὐλὴ καρπῷ δεξιῷ, καὶ ἐτάξατο τῆς ὑπερθέσμου ἑβδομαίας ἡμέρας θεᾶς Βερενίκης Εὐεργέτιδος τὴν καθήκουσαν ἀπαρχήν. Ἰσίδωρος ἐντέταχα εἰς ε ἔτος ἀντίγραφον. Γάιος ἀντιβέβληκα. Ἀχιλλεὺς ἐντ… τοῦ η ἔτους …ω… ἔτ …ιθ. Πτολεμαῖος τε…χι καὶ ἔγραψα χωρὶς ἀλείφατος καὶ παρεπιγραφῆς πάσης. ἔτους …καὶ δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Τῦβι ….