Ancient Greek
SB 1 5298
Documentary Papyri, SB 3 7036
Not analysed yet
θελήσῃ ἡ ὑμετέρα ἀδελφικὴ λαμπρότης πέμπουσα τὰς ἀποδείξεις ὅλας καὶ τὰς ἡμῶν, ἅσπερ καὶ ἔχει ἡ θεοφύλακτος κυρία Γεωργία, εὐθέως καὶ κατʼ αὐτὴν τὴν ὥραν. πέμψῃ δὲ καὶ τὸ ὑπόλοιπον τῶν χωρίων αὐτῆς, ἐπειδὴ τὸ τρίτον αὐτῶν οὐκ ἦλθεν ἕως ἄρτι. ἀλλὰ πάντως μὴ ἀμελήσῃ, ἵνα μὴ ὑβρισθῶ ἐνταῦθα. μηνὸς Τῦβι η, ἰνδικτίωνος ε ὥρας β. τῷ τὰ πάντα λαμπροτάτῳ τιμῆς ἀξίῳ ἀδελφῷ Γεωργίῳ μειζοτέρῳ …ω…