Ancient Greek
SB 3 7198
Documentary Papyri, SB 3 7198
Not analysed yet
παρὰ Ἥρωνος καὶ μετόχων σιτολόγων κώμης Θεαδελφείας. ἐμετρήθησαν ἀπὸ ιγ ἕως ιϛ τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἀπὸ γενήματος τοῦ αὐτοῦ γ ἔτους πυροῦ ἀρτάβαι πεντακόσιαι τεσσαράκοντα ἐννέα τέταρτον κδ γίνονται πυροῦ ἀρτάβαι φμθ δ κδ. Ἥρων σιτολόγος μεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας πεντακοσίας τεσσαράκοντα ἐννέα δ κδ γίνονται πυροῦ ἀρτάβαι φμθ δ κδ. Πτολεμαῖος συνμεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας φμθ δ κδ. Κάστωρ συνμεμέτρημαι τὰς τοῦ πυροῦ ἀρτάβας πεντακοσίας τεσσαράκοντα ἐννέα δ κδ γίνονται πυροῦ ἀρτάβαι φμθ δ κδ.