Ancient Greek
SB 3 7201
Documentary Papyri, SB 3 7201
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Βελισαρίου τοῦ ἐνδοξοτάτου, Παχὼν …τῆς δευτέρας ἰνδικτίονος …τινος Ἰερημίου ἐκ μητρὸς …ἀπὸ τῆς κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ …τι θυγατρὶ Ἀβρααμίου ……ρταβίου αὐτῆς ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ὀφείλειν σοι καὶ χρεωστεῖν ἐν καθαρῷ καὶ ἀναμφιβόλῳ ὑπὲρ λόγου …πράγματος μεταξὺ ἐμοῦ καὶ σοῦ καὶ προνομίας πρὸς ἄνδρα …ιν ἀπαλλαγῆναι πρὸς τὴν δοκιμασίαν πάντων τῶν γεναμένων μεταξὺ ἡμῶν ἀμφοτέρων ἀγαθοῦ χρυσοῦ νομισμάτια τρία ἕκαστον παρὰ κεράτια δύο χρυσοχοϊκῷ σταθμῷ τῆς αὐτῆς κώμης, γίνεται χρυσοῦ νομισμάτια γ παρὰ κεράτια ϛ. καὶ ταῦτα ἑτοίμως ἔχω παρασχεῖν σοι οὕτως· τὸ μὲν ἓν ἐν τῇ νουμηνίᾳ Χοίακ τῆς παρούσης δευτέρας ἰνδικτίονος, τὸ δὲ ἄλλο τῆς αὐτῆς ἰνδικτίονος, τὸ δὲ ἕτερον …ἰνδικτίονος ἀτοκὶ δίχα πάσης ὑπερθέσεως καὶ ἀντιλογίας, τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐξ ἧς ἔχω …καὶ ἐκ τῶν ὑπαρχόντων μέχρι ἐπιλύσεως τοῦ χρέους καὶ τὸ γραμμάτιον τοῦτο εἰς σὴν ἀσφάλειαν ἐποιησάμην …