Ancient Greek
SB 3 7203
Documentary Papyri, SB 3 7203
Not analysed yet
……παρʼ ἑκάστωι τὰ σκαφεῖα, καθάπερ γέγραφεν· ἐπίστειλον ἡμῖν καὶ φρόντισον, ὅπως μηθὲν διαφωνήσηι. ἔρρωσο. ἔτους λθ, Μεχεὶρ ϛ. Ποτάμων Διονυσίωι χαίρειν. ὑπογέγραφα τὸν ἀπόλογον τῶν σκαφείων τῶν ὑπολιφθέντων ὑπὸ Τιμοκλέους ἐν τῆι μερίδι, ἵνα εἰδῆις· ἐν Βερενικίδι, ἐν Θενέφμωι μυριαρούρωι καὶ ἐν Δωρίωνι ἀρχιφυλακίτηι τῆς κώμης κα…ε… ἀπὸ σκαφείων γίνονται μ, ἐν αὐτοῖς δ, ἐν Φαυῆι κωμάρχηι Ψεναρύω α, ἐν Ὥρωι κωμάρχηι Θμοινότιτος κατὰ τὴν παρὰ Ὥρου τοῦ νομάρχου ἐπιστολὴν δ, γίνονται θ, καὶ ἐν Θεοδώρωι ἀμπελουργῶι εἰς τὰ ἔργα τοῦ Ἀρχελάου ἀμπελῶνος κατὰ σύμβολον γ, καὶ ἐν Ἄπρωνι τῶι προεστηκότι τοῦ Τελεώτου ἀμπελῶνος γ, Πέτωι κωμογραμματεῖ …εἰς τὸν ἐν Βουσίρει ἀμπελῶνα καὶ εἰς τὸν ἐν Τεβέτνου ζ, Φνεφερῶι κωμ… …ων πόλεως εἰς τὸν Μαχαιρίου ἀμπελῶνα ε· τῇ κη Θεολόλλωι οἰκονόμωι …ην σκαφε… α. ἔρρωσο. ἔτους λθ, …κθ ἀντίγραφον τῆς παρὰ Ποτάμωνος σκαφείων.