Ancient Greek
SB 3 7268
Documentary Papyri, SB 3 7268
Not analysed yet
Σαραπίων Πτολεμαίῳ τῶι φιλτάτωι χαίρειν. ὡς φίλον ἔχων σὲ ἐν Ἀρσινοείτῃ καὶ σοὶ μόνῳ ἐπανακλεινόμενος διʼ ἣν ἔχεις πρός με ἐκ πολλοῦ χρόνου διάθεσιν ἐρω -τῶ σε διὰ τῶν γραμμάτων μου τούτων, ἐπεὶ χειμάζομαι προτάσεσί τισι τιθεμέναις μοι γεωμετρικαῖς, ὅπως διὰ τῆς σῆς βοηθείας μὴ ἀμύη -τος ὦ τῶν πραγμάτων. διὸ ὥσπερ καὶ κατʼ ὄψιν σὲ παρεκάλεσα καὶ νῦν προσ -ερωτῶ, ὅπως τῷ κομίζοντί σοι τὸ ἐπι -στόλιον τοῦτο δῷς τὸν χάρτην αὐτόν, ὅνπερ μοι ἐκ προαιρέσεως φιλικῆς κατήγγειλας, εἰδώς, ὅτι οὐκ εἰσπεσεῖται αὕτη ἡ χάρις ὡς ἔτυχεν, ἀλλὰ μετρήσω σοὶ ἐν οἷς ἐάν μοι ἐπιτρέπῃς. ἃ δοκεῖ σοι οὖν, ποίησον. ἐρρῶσθαί σε εὔχομαι. Φαρμοῦθι κδ. …ιον, ὅτι πέμψαντός μου σοὶ ἕτερον ἐπιστόλιον διὰ Κανεινίου τινὸς ἀντέγραψάς μοι καὶ σὺ …μενα αὐτοῦ τοῦ ἐπιστολίου γράψας μοι, ὅτι οὐκ …καταλοχισμοί εἰς τὸ Μελανκόμου Πτολεμαίῳ γραμματοδιδασκαλεῖον ἀπὸ Σαραπίωνος