Ancient Greek
SB 30 17293
Documentary Papyri, SB 30 17293
Not analysed yet
…στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Τεσενούφεως Ὥρου καὶ Ἁρπαγάθου Σαταβοῦτος τῶν δύο ἱερέων …φυλῆς Σοκνοπαίου ἱεροῦ τοῦ οὐσῶν ἐν κώμῃ Πηλουσίῳ σήμερον ἥτις ἐστὶν νεομηνία τοῦ ὄντος μηνὸς Μεσορὴ καμήλων πώλων θηλειῶν τεσσάρων ὄντων πρὸς τω …πρὸς ὑπηρεσίαν τοῦ ἱεροῦ μία ἐξ αὐτῶν λευκὴ …ἐβαστάχθη. διὸ ἀξιοῦμεν ἐν καταχωρισμῷ γενέσθαι τάδε βιβλίδια εἰς τὸ μένειν ἡμῖν τὸν λόγον ἐάν τι περὶ κλοπὴν ἐκβῇ ἵνʼ ὦμεν ὑπὸ σοῦ εὐεργετημένοι. διευτύχει. Τεσενοῦφις ὡς ἐτῶν …οὐλὴ ὀφρύι ἀριστερᾷ Ἁρπαγάθης ὡς ἐτῶν νε οὐλὴ ῥινὶ μέσῃ …ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου …