Ancient Greek
SB 30 17332
Documentary Papyri, SB 30 17332
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων Πτολεμαίου μὲν Σωτῆρος, Πτολεμαίου δὲ θεοῦ Ἐπιφανοῦς καὶ Εὐχαρίστου …ου, βασιλέως δὲ Πτολεμαίου καὶ Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς, κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Πτολεμαίδι, μηνὸς Θωὺθ πέμπτηι ἐν Διὸς πόλει τῆι μεγάληι τῆς Θηβαίδος ἐπὶ …τοῦ πρὸς τῆι ἀγορανομίαι τοῦ Περιθήβας καὶ Παθυρίτου. ἐδάνεισεν Σωσίστρατος …τάξεως πεζῶν τακτόμισθος, ὡς ἐτῶν …ἐπίγρυπος ὦτʼ ἀπεστηκότα οὐλὴ καρπῶι δεξιῶι, πυροῦ ἀρτάβας ἑκατὸν …ἀπὸ τοῦ προγεγραμμένου χρόνου εἰς μῆνας ἐννέα, Δρύτωνι Παμφίλου Φιλωτερείωι ὡς ἐτῶν …μέσωι λευκόχρωι τετανῶι μακροπροσώπωι ἀνασίλλωι ἐπιγρύπωι οὐλὴ παρʼ ὀφρῦν ἀριστερὰν ἄκραν, καὶ …Παμφίλου Σωστρατεῖ ὡς ἐτῶν εἴκοσι δύο εὐμεγέθει μελίχρωι …κοιλογενείωι. τὸ δὲ δάνειον τοῦτο τῶν πυρῶν ἀποδότωσαν οἱ δεδανεισμένοι ἐν μηνὶ Παῦνι πυρὸν νέον ἀκίνδυνον ἀπὸ παντὸς κινδύνου μέτρωι ὧι καὶ παρειλήφασιν καὶ ἀποκαταστησάτωσαν εἰς οἶκον πρὸς αὐτὸν τοῖς ἰδίοις ἀνηλώμασιν· ἐὰν δὲ οἱ περὶ τὸν Δρύτωνα μὴ ἀποκαταστήσωσι τὰς τοῦ πυροῦ ἀρτάβας ἐν τῶι ὡρισμένοι χρόνωι ἢ μὴ ποιῶσι καθάπερ γέγραπται ἢ παρὰ τὴν γεγενημένην συγγραφὴν μετρῶσιν ἢ …ἐνεχυράσωσιν, ἀποτεισάτωσαν οἱ περὶ τὸν Δρύτωνα τὰς ἑκατὸν ἀρτάβας ἡμιολίους ἢ τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμὴν καὶ ἡ πρᾶξις ἔστω Σωσιστράτωι ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καὶ μηθὲν ἧσσον. ἡ συγγραφὴ ἥδε κυρία ἔστω ἐφʼ οὗ ἂν ἐπιφέρηται. …Ἀμμωνίου γραμματέως.