Ancient Greek
SB 30 17340
Documentary Papyri, SB 30 17340
Not analysed yet
Ἀφροδίτῃ Ταοννῶφρι τῇ ἀδελφῇ πολλὰ χαίρειν· πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν. γιγνώσκειν σε θέλω ὅτι μεθ’ ἡμέρας πέντε τοῦ εἰσελθεῖν εἰς Ἀλεξάνδρειαν ἐπατήθην ὑπὸ ἵππου εἰς τὸν πόδα καὶ ἐκινδύνευσα, ὥστε με καθαρισθῆναι καὶ πολλὰ ἀνήλωσα, καὶ ἕως σήμερον ἀνέξοδος εἰμί· ἐρωτῶ οὖν σέ, ἄν μὴ ἔχῃς παρά σοι τὴν κλεῖδα τῆς κέλλης ἧς …ἀγγεῖον ζ…τ… …οθ… ἀπόδος Ταοννῶφρι.