Ancient Greek
SB 30 17375
Documentary Papyri, SB 30 17375
Not analysed yet
Ἡρακλείδης Ἑρμοδώρωι ἀδελφῶι χαίρειν. θέλω, νὴ τοὺς θεούς, ἔτι κατʼ ὄψιν ἑκάστης ἡμέρας ὁρᾶν σε καὶ ἀσπάζεσθαι. τοῦτο δʼ ἐπεὶ οὐκ εὐχερῶς ἐστί μοι ποιεῖν διὰ τὸ μεταξὺ ἡμῶν διάστημα, διὰ τοῦ ἐπιστολιδίου σε ἀσπάζομαι εὐχόμενος περὶ σοῦ τὰ κάλλιστα. Ἀπολλωνοῦς ἡ ἀδελφή τινί ποτε ἐνθυμεῖσθαι ἠθέλησε …ἐρωτᾷ σε Ἀπολλωνοῦς ἀγ… ὅτι ἐνδεία τοῦ ὑπηρετήσαντος ……ενα η μέχρι τούτου οὔτε τ… …ωι Πολλι…ροφ…