Ancient Greek
SB 30 17413
Documentary Papyri, SB 30 17413
Not analysed yet
τῷ κυρίῳ μου πατρὶ ἐν κυρίῳ Θεῷ καὶ Χριστοῦ υἱῷ Ἰωάννῃ Ἐπάγαθος χαίρειν. γιγνώσκειν σε βούλομαι, κύριέ μου πάτερ, ὅτι ἦλθον πρὸς σέ καὶ ἄλλοτε ἀξιῶν σε τὴν σὴν χρηστότητα περὶ Ἀπολλωνίου, ὅτι ἀξιῶ σε πέμψαι πρὸς αὐτὸν ἵνα ἀπολύσῃ με ἀπὸ ……ω ἐξουσίαν μου …ἀπολύσῃ με ἀπὸ τῆς εἰρκτῆς, ἐπειδή οὐ χορτάζομαι τῆς ἀναγκαίας τροφῆς· πολλάκις ποιῶ τρεῖς ἡμέρας μὴ γευόμενος ψωμίου. εἰ μὴ διὰ τὴν ἀγάπην τοῦ Θεοῦ, ἐπεὶ ἔμελλον ἀποθανεῖν τῇ πείνῃ. πανταχόθεν οὖν ποίη- σον αὐτὸν ἀπολῦσαί με. μετὰ Θεὸν γὰρ σοὶ θαρρῶ. ἐρρῶσθαί σε εὔχομαι.