Ancient Greek
SB 3 6745
Documentary Papyri, SB 30 17474
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. εἰς τὰ κατασκευασθέντα καινὰ ὅπλα τῶν ταυροκερκούρων ὅσου ἂν χρείαν ἔχηι τῶν καθ’ ὑμᾶς Θέων ἐμβαλόμενος εἰς πλοιάριον ἀπόστειλον πρὸς αὐτὸν καὶ μηθὲν ἐπικωλύσηις. γέγραπται γὰρ ἡμῖν κατὰ σπουδὴν ἀποστέλλειν τοὺς ταυροκερκούρους εἰς Ἀλεξάνδρειαν πρὸς τὸν ἀνάπλουν τῆς τοῦ βασιλέως θυγατρός. ἔρρωσο. ἔτους λγ, ὑπερβερεταίου …ἔτους λγ Θωὺθ …Ἀπολλώνιος Ζήνωνι ……τος