Ancient Greek
SB 22 15614
Documentary Papyri, SB 30 17488
Not analysed yet
ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ α. ὁμολογεῖ Μεσοβεῖτις Σενοσῖρις Πετοσίριος Ψεννήσιος μητρὸς Θαήσιος ἐτῶν με οὐλὴ μήλῳ δεξιῷ μετὰ κυρίου Πισήχθιος Ψεννήσιος ἀνδρὸς αὐτῆς Μεσοβείτιδι Ταψάιτι Ψεννήσιος Ψεντβαίκιος μητρὸς Τβήκιος τροφεύσειν αὐτῇ τὴν ἐγχειρισθεῖσαν αὑτῇ ὑπʼ αὐτῆς ἀπὸ κοπρίας δούλην ἧς ὄνομα Θαήσιος ἐπʼ ἔτη δύο, λαμβάνουσα παρʼ αὐτῆς κατὰ μῆνα πυροῦ ἀρτάβης ἥμισυ, ἐλαίου κ…αν καὶ κατʼ ἔτος ὑπὲρ ἱματισμοῦ ἀργυρίου δραχμὰς δώδεκα καὶ κέντρωνας δύο. μετὰ δὲ τὸν προκείμενον χρόνον παραδώσει αὐτῇ τὴν δηλουμένην δούλην ὑγιῆ ἀσινῆ …καὶ Ψεναμοῦνι ἐπιτηρητ τέλους συναλλαγμάτων Μεσοβη διὰ …τοῦ καὶ Ἐπωνύχου Φ…ο χρηματιστοῦ. …