Ancient Greek
SB 30 17544
Documentary Papyri, SB 30 17544
Not analysed yet
παρὰ τοῦ ἀρχιερέως κωμάρχοις Κέλλεως χαίρειν. ἐξαυτῆς δεξάμενοί μου τὰ γράμματα ἥκετε ἐπαγόμενοι Στώνιον ἱερέα καὶ τοὺς ἄλλους προεστῶτας τοῦ ἱεροῦ, ἵνα ἡ κέλευσις τοῦ κυρίου …ἀποπληρώθῃ. σεσημείωμαι.