Ancient Greek
SB 30 17614
Documentary Papyri, SB 30 17614
Not analysed yet
……α… …τιθ…πραχθ…α… …κύρια τὰ τοῦ ὑπο… γράμματα τρισσὰ γραφέντα, ὁπηνίκα ὅπερ ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου οὐ προσδεόμενος μεταλήμψεώς μου οὐδὲ ἑτέρας εὐδοκήσεως διὰ τὸ ἐντεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους β Κλαυδίου Σεβαστοῦ, Θώθ. Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλώνιος ἔσχον παρὰ …α…ίεως τὰς τοῦ δανείου δραχμὰς πεντακισχιλίας διακοσίας πέντε εἴκοσι τόκων δραχμιαίων καὶ ἀποδώσω ὡς πρόκειται καὶ ὑπεθέμην τὴν προκειμένην μου οἰκίαν ἐπὶ πᾶσι τοῖς προκειμένοις καὶ εὐδοκῶ τῇ ἐσομένῃ δημοσιώσει, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. βουλόμενος δὲ ἀπὸ τῆς τρισσῆς ἀσφαλείας μοναχὴν ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει τὰς ὁρισθείσας δραχμὰς δεκαδύο καὶ τὰ ὡρισμένα τέλη. ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσταλμένου ὑπ’ ἐμοῦ Αὐρηλίου Ἀπολλωνίου ὑπογεγραμμένην ὑπὸ αὐτοῦ περὶ τοῦ εἶναι τὴν ὑπὸ αὐτὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Ἀπολλωνίου συγκαταχωρίσαι αὐτὴν τῷδε τῷ ὑπομνήματι εἰς τὴν Ἁδριανὴν βιβλιοθήκην ἀντίγραφον δὲ καὶ εἰς τὴν τοῦ Ναναίου, πρὸς τὸ μένειν μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ ἕνεκα τοῦ αὐτὸν ἔκτοτε εὐδοκηκέναι τῇ δημοσιώσει. ὁ πρὸς τῇ διαλογῇ τῆς πόλεως δι’ ἐμοῦ Αὐρηλίου Ἀλεξάνδρου σεσημείωται. ἔτους β Κλαυδίου Σεβαστοῦ …α.