Ancient Greek
SB 30 17624
Documentary Papyri, SB 30 17624
Not analysed yet
ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείας Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόoυ πόλεως μετὰ συμβεβαιωτοῦ πιστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τήν πρᾶσιν καὶ συμβεβαιοῦντος τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου Ἀπηλιώτου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἀνῄρημαι παρὰ Αὐρηλίας Κυριλλοῦτος Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένης ἐπ’ ἀμφόδου τοῦ αὐτοῦ χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως ὑπὲρ τιμῆς ἧς ἀπο -δόμην αὐτῇ κτητικῆς δούλης ὀνόματι Στεφάνης ἐπικεκλημένης Στεφανοῦτος ἢ καὶ τίνι ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει Κρητικῆς, ὡς ἐτῶν κ εὐθυρρίνου οὐλὴν ἐχούσης ἀνωτέ -ρω ἀστραγάλου δεξιοῦ ποδός, ἥνπερ αὐτῇ παρέδωκα ταύτην τοιαύτην ἀναπόριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀκολούθως τῇ ἀνενεχθησομένῃ διὰ τοῦ ἐν Ἑρμοῦ πόλει γραφείου ὁμολογίᾳ τῆς πράσεως ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα δεκαπέντε, γίνεται τάλαντα ιε ἐκ πλήρους, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ι Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους β Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Θὼθ ιγ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων ……καινοῦ τάλαντα ……Αὐρήλιος Ἑρμαπόλλων ὁ ……ι…