Ancient Greek
SB 8 9853
Documentary Papyri, SB 30 17690
Not analysed yet
Κυρίλλῳ τῷ καὶ Γεμέλλῳ ἑκατοντάρχῃ Μουνάτιος ὁ καὶ Σαραπάμμων Ἀθηνιεὺς ὁ καὶ …ς. ὀμνύω τὴν Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην παραστήσειν ἐν Ἀλεξανδρείᾳ Ἑρμιόνην δούλην τοῦ δολοφονηθέντος μου ἀδελφοῦ Ἀνθεστίου τοῦ καὶ Γεμέλλου καὶ προσκαρτερήσειν αὐτὴν σὺν ἐμοὶ τῷ τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος …βήματι