Ancient Greek
SB 30 17697
Documentary Papyri, SB 30 17697
Not analysed yet
…τοῦ μακαρίτου Ἰούστου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν ἤδη εἰς ἀναγκαίαν μου χρείαν χρυσοῦ νομισμάτια τέσσαρα ἀπὸ κερατίων εἴκοσι δύο ἡμίσεως, γίνεται χρυσοῦ νομισμάτια δ ἀπὸ κερατίων κβ 𐅵,καὶ ὑπὲρ αὐτῶν ὁμολογῶ παρασχεῖν σοι σίτου ἀρτάβας ὀγδοήκοντα καθαρὰς κεκοσκινευμένας μέτρῳ δικαίῳ ἐν τῷ Παῦνι μηνὶ τῆς παρούσης τεσσαρασκαιδεκάτης ἰνδικτίονος, καρπῶν πεντεκαιδεκάτης ἐπινεμήσεως. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …