Ancient Greek
SB 30 17780
Documentary Papyri, SB 30 17780
Not analysed yet
…βιβ…λ διὰ …ἀγορανόμου. Διονύσιος ὁ καὶ Ἄμοις ἐπιτηρητὴς καὶ χειριστὴς καταλοχισμῶν Ὀξυρυγχίτου τοῖς ἀγορανόμοις χαίρειν. Δημητροῦτος τῆς Ἀμμωνίου παρακεχωρημένης ὑπὸ Πτολέμας τῆς Διονυσίου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἁρποκρατίωνος τοῦ Πτολεμαίου καθ’ ὁμολογίαν γεγονυῖαν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομείου τῷ ἐνεστῶτι μηνὶ Φαῶφι τὰς ὑπαρχούσας αὐτῇ περὶ Σκὼ ἐκ τοῦ Στραβᾶ κλήρου κατοικικῆς καὶ ἐωνημένης ἀρούρας πεντήκοντα, μεταδίδωμι ἵν’ εἰδῆτε. ἔρρωσθε. ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαῶφι κβ.