Ancient Greek
SB 30 17785
Documentary Papyri, SB 30 17785
Not analysed yet
Κλαύδιος Ἀντωνῖνος ὁ συνεσταμένος ὑπὸ Σαραπίωνος τῶι ἀγορανόμωι χαίρειν. κατάγραψον ὠνὴν Ἀμόιτι Ἀμόιτος τοῦ Διογένους μητρὸς Θαήσιος τῆς Ἁρπαήσιος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως τοῦ ὑπάρχοντος τῶι διατιθεμένωι ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπιείου ἐπὶ τῆι λεγομένηι Τῶν Ἱππέων Χορτοθήκηι ἡμίσους μέρους …τρικῶν ψιλῶν τόπων βίκων τριῶν, τοῦτ’ ἔστιν βῖκος εἷς ἥμισυ ἐκ τοῦ ἀπὸ …μέρους διατεῖνον λίβα ἐπ’ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν ὅλων βίκων τριῶν, …τὸν διατιθέμενον βῖκον ἕνα ἥμισυ …καὶ τῶν συγκυρόντων πάντων, οὗ ἐπρίατο παρὰ …πιος τοῦ Ἀμμωνίου τοῦ …μητρὸς Ταάπιος τῆς Διονυσίου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως τιμῆς ἀργυρίου δραχμῶν σμ χαλκοῦ ταλάντων ιη. ἔρρωσο. ἔτους …Αὐτοκράτορος Καίσαρος …