Ancient Greek
SB 4 7351
Documentary Papyri, SB 4 7351
Not analysed yet
Φανήσει κωμογραμματεῖ Φιλαδελφείας παρὰ Ἀπολλωνίου Ἀπολλωνιάτου τῶν Δωροθέου τακτομίσθου κληρούχου καὶ Ἀρτεμιδώρας ἱερείας Συρίων θεῶν. τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ιθ τοῦ Ἐπεὶφ τοῦ ε ἔτους περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπελθὼν ἐπὶ τὸ ὑπάρχον τῆι Ἀρτεμιδώραι Ἀταργατιεῖον Ἐπικράτης ὁ ἐκ τοῦ Μητρώιου καὶ Ἡρακλείδης Ἡρακλίδου αὐλητὴς συνπαραλαβόντες καὶ τοὺς ἐν τῶι Μητρώιωι καταλύοντας ξένους ἐλαιοπώλας ἑπτά ,οἷς καὶ συνκατηκολούθησεν Δημητρία ἡ Φιλογόνας ἀδελή, ἐπέθεντο ἐπὶ τὸ Ἀταργατιεῖον καὶ ἐκ…