Ancient Greek
SB 4 7360
Documentary Papyri, SB 4 7360
Not analysed yet
Κοπρῇ κωμογραμματεῖ κώμης Καρανίδος παρὰ Γαίου Γεμμέλου Ὡριγένους Ῥωμαίου καὶ Ἀντινοέως τῇ ὄψει ἀσθενής. ἀπογράφομαι τὰ ὑπάρχοντά μου πρότερον τοῦ κατὰ πατέρα μου πάππου Γαίου Ἰουλίου Νίγερος περὶ πεδίον Ψεναρψενήσεως ἐλαιῶνος ἐκκεκομμένου ἄρουραν μίαν ἥμισυ ἐν τόπῳ Πουλίτας λεγομένῳ καὶ ἐν τόπῳ Τεσνηκιαῦαν ἀρούρης ἥμισυ καὶ ἐν τόπῳ Σώπλου ἄρουραν μίαν ἥμισυ ἔτι πάλαι ἐκκεκομμένας δυναμένας εἰς σιτοφόρα μετενεχθῆναι καὶ περὶ Καρανίδα παλαιὰν διώρυγα ἐν τόπῳ Πάγου λεγομένῳ ἄμμῳ κεκαλυμμένην. διὸ ἐπιδίδωμι ἀξιῶν τοῦτο περιαιρεθῆναι ἀφʼ ὁμολόγων ὑποστάσει τῆς κώμης, τὰ δὲ ἄλλα εἰς σιτοφόρα μετενεχθῆναι ἀπὸ ἀργυρικῆς τάξεως εἰς σιτικά. ἔστι δὲ ἐν τόπῳ Πουλίτας ἄρουρα μία ἥμισυ καὶ ἐν τόπῳ Τεσνηκιαῦαν ἀρούρης ἥμισυ καὶ ἐν τόπῳ Σώπλου ἄρουρα μία ἥμισυ, γίνονται ἐπὶ τὸ αὐτὸ μεταφερομένων εἰς σιτοφόρα ἄρουραι τρεῖς ἥμισυ. διευτύχει. Γάιος Γέμελλος Ὡριγένης ἐπιδέδωκα. Τίτος Αἴλιος Σαραπάμμων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ἔτους κβ. Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ μεγίστου Βρεττανικοῦ μεγίστου Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Φαμενὼθ η.