Ancient Greek
SB 4 7367
Documentary Papyri, SB 4 7367
Not analysed yet
ἔτους β ,Παῦνι α. Μάρκωι Ἰουλίωι Μαξιμιανῶι δικαιοδότηι παρὰ Γαίου Ἰουλίου Ἀγριππιανοῦ γεουχοῦντος ἐν νομῷ Ἀρσινοείτῃ. Τερτία Δρουσίλλα, γυνὴ κακοπράγμων, παραλογισαμένη κατήγαγέν με …ήσεις. κύριε, παρόντος καιροῦ συνκομιδῆς ἀποσπάσασα …νησκ…ν …ος τῆς ἐτι… ἀντ…τ… καὶ τω… καὶ μ…σοντω… …κ…εμ…φθ…ος μου υ… …κ…νίωνος ς… Πολέμωνος μερίδος καὶ καταντήσαντος εἰς Ἀλεξάνδρειαν ἀπὸ πρώτης καὶ εἰκάδος Φαρμοῦθι καὶ καταλιπόντος τὰ γενήματα συνεστῶτα διὰ τὴν σὴν ἐπιταγήν, ὅθεν ἀξιῶ σε, τὸν εὐεργέτην, ἀκοῦσαί μου, ἃ πρὸς αὐτὴν ἐτύγχανον ἐπιδοὺς ἐν ἐκτάκτοις, ὅπως ἀπολογησάμενος, πρὸς ἃ ἐπιζητεῖ, δυνηθῶ ὑποστρέψαι καὶ ἀπαρτίσαι τὴν συνκομιδὴν πρὸς διόρθωσιν τῶν δημοσίων κατὰ τὸ τοῦ κρατίστου ἡγεμόνος Πετρωνίου Μαμερτείνου διάταγμα, ἵνʼ ὦ εὐεργετημένος. …πιωι…α …ἐπι…ι… διευτύχει. …λι…ς Δρουσίλλα …