Ancient Greek
SB 4 7375
Documentary Papyri, SB 4 7375
Not analysed yet
ἔτους …ου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχὼν ……ἐποίησαν Αὐρήλιοι Ἥρων ὁ καὶ Ἀπ …ι…ων καὶ Ἱερακαπόλλων Διδυμέωνος καὶ Ἰσχυρίων Σαραπίωνος καὶ Διδυμέων …ρου, οἱ τεσσαρες φύλαρχοι τῆς Πανὸς πόλεως ἀρχαίας καὶ σεμνοτάτης, Ἰσχυρίωνι Λευλλᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως. ἀνεδώκαμέν σε εἰς πρακτορείαν σιτικῶν μητροπολιτικῶν λημμάτων …ντ…ινου καὶ τῶν ὁμοῦ σωματιζομένων σὺν αὐτῇ ἑτέρων κωμῶν τοῦ ἐνεστῶτος …ἔτους …,ταύτην δὲ διὰ τὸ ἀγράμματόν σε εἶναι παραδεδώκαμεν Αὐρηλίῳ Ἰσιδώρῳ τοῦ Ἀγαθοδαίμονος Εἰρηνίωνος ἀπὸ ……δόντες αὐτῷ ὑπὲρ σαλαρίου καὶ τιμῆς χαρτῶν ἀργυρίου δραχμὰς χιλίας. ὁμολογοῦμεν ἀπειληφέναι παρά σου τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας καὶ μηδέν σοι ἐγκαλεῖν μηδὲ μετουσίαν ἔτι ἔχειν ……οὔτινος οὖν ἄλλου διαφέροντος …τῆς λειτουργίας σου …καὶ τα… περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερώτησεν Αὐρήλιος Ἰσχυρίων ……ι…ων καὶ Αὐρήλιοι Ἥρων ὁ καὶ Ἀπ… …καὶ Ἱερακαπόλλων καὶ Ἰσχυρίων ……καὶ Διδυμέων.