Ancient Greek
SB 4 7427
Documentary Papyri, SB 4 7427
Not analysed yet
ἐξ ἐπικρίσεως ἐφήβων θ ἔτους θεῶν Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου. μετʼ ἄλλα, ὧν οἱ πατέρες φυλῆς Ὀσειραντινοΐδος. μεθʼ ἕτερα, Γάϊος Ἰούλιος Λονγεῖνος Γαΐου Ἰουλίου Νίγερος, μητρὸς Πτολεμαΐδος, ἐτῶν ιδ μηνῶν ζ ἡμέρας α. γνωστῆρες· Γάϊος Οὐαλέριος Σερῆνος Νερουϊάνιος ὁ καὶ Ἑστιαιεύς, Γάϊος Ἰούλιος Πρεῖσκος Παυλείνιος ὁ καὶ Ἰσίδειος, Λούκιος Ἀκύλιος Πτολεμαῖος Ὀσειραντινόειος ὁ καὶ Κλειτόριος. ἀντίγραφον ὑπογραφῆς Λουκκεΐου Ὀφελλιανοῦ τοῦ ἐπιστρατήγου οὕτως ἐχούσης· παρεδέχθη. Ἀμμώνιος βουλευτὴς βιβλιοφύλαξ πόλεως σεσημείωμαι.