Ancient Greek
SB 4 7441
Documentary Papyri, SB 4 7441
Not analysed yet
Αὐρηλία Ἀμμωνάριον διὰ Νεικάνορος …φίλου παρὰ Ἐπιμάχου Κοττάρα, μητρὸς Θειωνίδος ,καὶ Σύρου Λογγίνου. βουλόμεθα μισθώσασθαι παρὰ σοῦ φοινικῶνα λεγόμενον …ου ἀπὸ τοῦ καρποῦ ἔτους θ ἐκπίπτοντος εἰς τὸ ἔτος ι τοῦ ἐνεστῶτος ἔτους ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα καὶ ταγῆς φοίνικος μονοξύλου ἀρτάβην μίαν ἥμισυ καὶ κάλλυνθρα δύο καὶ καλάτια ε τῶν ἔργων πάντων ὄντων πρὸς ἡμᾶς τοὺς μισθωσαμένους ποτισμοῦ τε καὶ περιχωματισμοῦ καὶ ὀχείας καὶ κατασπασμοῦ καὶ παραδώσομεν καθὼς καὶ ἡμεῖς παρειλήφαμεν, ἐὰν φαίνηται μισθώσασθαι. Ἐπίμαχος μεμίσθωμαι. Σύρος μεμίσθωμαι, ὡς πρόκειται.